Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.
- οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος
- γένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις.
- εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε·
- παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς
- σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα.
- πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,
- γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,