Medea
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων,
- τοῦ ψευδόρκου καὶ ξειναπάτου;
- φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ.
- στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον.
- στείχω, δισσῶν γ’ ἄμορος τέκνων.
- οὔπω θρηνεῖς· μένε καὶ γῆρας.
- ὦ τέκνα φίλτατα.
- μητρί γε, σοὶ δ’ οὔ.