Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν.
Μήδεια
  1. σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς;
Ἰάσων
  1. ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά.
Μήδεια
  1. οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται.
Ἰάσων
  1. οἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες.
Μήδεια
  1. ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.
Ἰάσων
  1. ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα.
Μήδεια
  1. στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.