Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐμῶν δὲ παίδων ἦλθον ἐκσῴσων βίον,
  2. μή μοί τι δράσωσ’ οἱ προσήκοντες γένει,
  3. μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον.
Χορός
  1. ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας,
  2. Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους.
Ἰάσων
  1. τί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει;
Χορός
  1. παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν.
Ἰάσων
  1. οἴμοι τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.