Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή,
  2. ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν.
  3. ἀλλ’ εἶ’ ὁπλίζου, καρδία. τί μέλλομεν
  4. τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;
  5. ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,
  6. λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου,
  7. καὶ μὴ κακισθῇς μηδ’ ἀναμνησθῇς τέκνων,
  8. ὡς φίλταθ’, ὡς ἔτικτες· ἀλλὰ τήνδε γε