Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
  2. κωκυτόν. εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμους
  3. ὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν
  4. φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ
  5. στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν.
  6. ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου
  7. ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο,
  8. ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος