Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον.
  2. ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη
  3. πᾶσιν κατερῶ θνητοῖσι κακόν·
  4. καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον
  5. σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων
  6. χρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαι
  7. δαίμων οὕτως, φροῦδος ἐς Ἅιδην
  8. θάνατος προφέρων σώματα τέκνων.