Medea

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
  2. ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ
  3. γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
  4. λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί.
  5. ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις
  6. ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου.
  7. φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα;
  8. τί προσγελᾶτε τὸν πανύστατον γέλων;