Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἰώ μοί μοι.
- —τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχου
- πρόσωπόν ἄντα λυπρόν.
- ἔμνησας ὅ μου φρένας ἥλκωσεν·
- τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
- πιστῆς ἀλόχου; μή ποτε γήμας
- ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
- ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν·
- μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν
- μέτριον ἄχθος·
- παίδων δὲ νόσους καὶ νυμφιδίους
- εὐνὰς θανάτοις κεραϊζομένας
- οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους
- ἀγάμους τ’ εἶναι διὰ παντός.
- —τύχα τύχα δυσπάλαιστος ἥκει·