Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὃ μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶν
  2. οὐδὲν προτιμῶν, οἰκέται δ’ ἐκλαίομεν
  3. δέσποιναν· ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένῳ
  4. τέγγοντες· Ἄδμητος γὰρ ὧδ’ ἐφίετο.
  5. καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ
  6. ξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα,
  7. ἣ δ’ ἐκ δόμων βέβηκεν, οὐδ’ ἐφεσπόμην
  8. οὐδ’ ἐξέτεινα χεῖρʼ, ἀποιμώζων ἐμὴν
  9. δέσποιναν, ἣ ’μοὶ πᾶσί τ’ οἰκέταισιν ἦν
  10. μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο,
  11. ὀργὰς μαλάσσουσ’ ἀνδρός. ἆρα τὸν ξένον
  12. στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;
Ἡρακλῆς
  1. οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;
  2. οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
  3. εἶναι, δέχεσθαι δ’ εὐπροσηγόρῳ φρενί.