Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι.
  2. ἦ τἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσιν,
  3. εἰ μή σ’ ἀδελφῆς αἷμα τιμωρήσεται.
Ἄδμητος
  1. ἔρρων νυν, αὐτὸς χἡ ξυνοικήσασά σοι,
  2. ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι,
  3. γηράσκετʼ· οὐ γὰρ τῷδ’ ἔτ’ ἐς ταὐτὸν στέγος
  4. νεῖσθʼ· εἰ δ’ ἀπειπεῖν χρῆν με κηρύκων ὕπο
  5. τὴν σὴν πατρῴαν ἑστίαν, ἀπεῖπον ἄν.
  6. ἡμεῖς δέ—τοὐν ποσὶν γὰρ οἰστέον κακόν—
  7. ὡς ἂν ἐν πυρᾷ θῶμεν νεκρόν.
Χορός
  1. ἰὼ ἰώ. σχετλία τόλμης,
  2. ὦ γενναία καὶ μέγ’ ἀρίστη,
  3. χαῖρε· πρόφρων σὲ χθόνιός θ’ Ἑρμῆς
  4. Ἅιδης τε δέχοιτʼ. εἰ δέ τι κἀκεῖ
  5. πλέον ἔστ’ ἀγαθοῖς, τούτων μετέχουσ’