Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται.
  2. οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.
  3. τότε ξυναλγεῖν χρῆν σ’ ὅτ’ ὠλλύμην ἐγώ.
  4. σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν
  5. νέῳ γέρων ὤν, τόνδ’ ἀποιμώξῃ νεκρόν;
  6. οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ;
  7. οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη
  8. μήτηρ μ’ ἔτικτε; δουλίου δ’ ἀφ’ αἵματος
  9. μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ;
  10. ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,
  11. καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι.
  12. ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ,
  13. ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίου
  14. οὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖν
  15. τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατε
  16. γυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα
  17. πατέρα τέ γ’ ἐνδίκως ἂν ἡγοίμην μόνην.
  18. καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω,
  19. τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι
  20. πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος.