Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δέμας, οὐδὲ πατρὸς γεραιοῦ,
- ---
- ὃν ἔτεκον δʼ, οὐκ ἔτλαν ῥύεσθαι,
- σχετλίω, πολιὰν ἔχοντε χαίταν.
- σὺ δ’ ἐν ἥβᾳ
- νέᾳ προθανοῦσα φωτὸς οἴχῃ.
- τοιαύτας εἴη μοι κῦρσαι
- συνδυάδος φιλίας ἀλόχου· τοῦτο γὰρ
- ἐν βιότῳ σπάνιον μέρος· ἦ γὰρ ἂν ἔμοιγ’ ἄλυπος
- δι’ αἰῶνος ἂν ξυνείη.
- ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός,
- Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;
- ἔστ’ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις.
- ἀλλ’ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα
- πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε.
- Τιρυνθίῳ πράσσω τιν’ Εὐρυσθεῖ πόνον.
- καὶ ποῖ πορεύῃ; τῷ προσέζευξαι πλάνῳ;
- Θρῃκὸς τέτρωρον ἅρμα Διομήδους μέτα.
- πῶς οὖν δυνήσῃ; μῶν ἄπειρος εἶ ξένου;
- ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα.