Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον
- στείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.
- πάλαι μὲν ᾔδη σ’ ὄντα τοιοῦτον φύσει,
- νῦν δ’ οἶδ’ ἄμεινον. τοῖσι δ’ οἰκείοις φίλοις
- χρῆσθαί μ’ ἀνάγκη. χειρὶ δ’ εἰ μηδὲν σθένεις,
- ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίαν
- φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.