Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ναὶ μὰ Δί’, ὃν ἁρπάζω γ’ ἐγὼ ’κ τοῦ Δαρδάνου.
Σιληνός
  1. ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά.
Κύκλωψ
  1. μέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι;
Σιληνός
  1. οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα.
Ὀδυσσεύς
  1. ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,
  2. ἔνδον μὲν ἁνήρ· τῷ δ’ ὕπνῳ παρειμένος
  3. τάχ’ ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.