Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὁ Βάκχιος δὲ τίς θεὸς νομίζεται;
- μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.
- ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.
- τοιόσδ’ ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.
- θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων;
- ὅπου τιθῇ τις, ἐνθάδ’ ἐστὶν εὐπετής.
- οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν.