Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους
- τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.
- καίτοι φύγοιμ’ ἄν, κἀκβέβηκ’ ἄντρου μυχῶν·
- ἀλλ’ οὐ δίκαιον ἀπολιπόντ’ ἐμοὺς φίλους,
- ξὺν οἷσπερ ἦλθον δεῦρο, σωθῆναι μόνον.
- ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳ
- ταχθεὶς δαλοῦ κώπην ὀχμάσας