Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐς πῦρ καθήσω· κᾆθ’, ὅταν κεκαυμένον
  2. ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ
  3. Κύκλωπος ὄψιν, ὄμμα τ’ ἐκτήξω πυρί.
  4. ναυπηγίαν δ’ ὡσεί τις ἁρμόζων ἀνὴρ
  5. διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,
  6. οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ
  7. Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.