Cyclops

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους
  2. ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,
  3. κλαίειν ἄνωγα· τὴν δ’ ἐμὴν ψυχὴν ἐγὼ
  4. οὐ παύσομαι δρῶν εὖ—κατεσθίων τε σέ.
  5. ξένιά τε λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ὦ,
  6. πῦρ καὶ πατρῷον τόνδε λέβητά γ’, ὃς ζέσας
  7. σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς.