Cyclops
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.
- αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάριν
- γυναικὸς ἐξεπλεύσατ’ ἐς γαῖαν Φρυγῶν.
- θεοῦ τὸ πρᾶγμα· μηδέν’ αἰτιῶ βροτῶν.
- ἡμεῖς δέ σ’, ὦ θεοῦ ποντίου γενναῖε παῖ,
- ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως·
- μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλους