Ἐπιγράμματα
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδʼ ἐφίεται Ὄρθων·
- χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις.
- καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον· ἀντὶ δὲ πολλᾶς
- πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.