Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. εὕδεις φυλλοστρῶτι πέδῳ Δάφνι σῶμα κεκμακὸς
  2. ἀμπαύων· στάλικες δʼ ἀρτιπαγεῖς ἀνʼ ὄρη.
  3. ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος
  4. κισσὸν ἐφʼ ἱμερτῷ κρατὶ καθαπτόμενος,
  5. ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,
  6. φεῦγε μεθεὶς ὕπνου κῶμα καταγρόμενον.