Ἐπιγράμματα

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
    185
  2. καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,
  3. ἤτοι ὁ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
  4. ἀνδήρου καταδῦναι ἃ καὶ πάρος εἵματα ἕστο·
  5. ἐξαπίνης δʼ ἀνέλαμψεν ὑπὲρ καπέτοιο βαθείης
  6. πῦρ ἄμοτον, περὶ δʼ αὐτὸν ἀθέσφατος εἱλεῖτο φλόξ.
  7. αὐτὰρ ὅγʼ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,
  8. ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·
  9. αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠύτε γέρρον
  10. νώμασκεν μακέλην· περὶ δʼ ὄμμασιν ἔνθα καὶ ἔνθα
  11. πάπταινεν, μὴ δή μιν ἐπιφλέξῃ δήιον πῦρ.
  12. τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔικτο,
  13. Ἰφικλέης μεγάθυμος ἐπʼ οὔδεϊ κάππεσʼ ὀλισθὼν
  14. πρὶν ἐλθεῖν, οὐδʼ ὀρθὸς ἀναστῆναι δύνατʼ αὖτις,
  15. ἀλλʼ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτʼ ἀμενηνός,
  16. ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
  17. καππεσέειν, κεῖται δʼ ὅγʼ ἐπὶ χθονὸς ἔμπεδον αὐτοῦ
  18. εἰς ὅ κε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
  19. αἰδεσθεὶς ὄπιδα τρομερὴν πολιοῖο γενείου.
  20. ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης.