Ἐπιγράμματα
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- μῆτερ ἐμή, τίφθʼ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
- ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτʼ ἔρευθος
- σώζετʼ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
- ἦ ῥʼ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς
- ἀνδρὸς ὑπʼ οὐτιδανοῖο, λέων ὡσείθʼ ὑπὸ νεβροῦ;
- ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
- ἀθάνατοι; τί νύ μʼ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
- δύσμορος, ἥτʼ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
- τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
- ἠδʼ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·
- τοῦ δʼ οὔτις γένετʼ ἄλλος ἀποτμότερος ζωόντων,
- οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
- σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων
- ἠέ τινος Κηρῶν ἢ Ἐριννύος αἰνὰ βέλεμνα,
- παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν
- μαινόμενος κατὰ οἶκον, ὁ δʼ ἔμπλεος ἔσκε φόνοιο.
- τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι
- βαλλομένους ὑπὸ πατρί· τὸ δʼ οὐδʼ ὄναρ ἤλυθεν ἄλλῳ· 182
- οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
- μητέρʼ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.