Ἐπιγράμματα
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- τὸν τοῦ Ζανὸς ὅδʼ ὗμιν υἱὸν ὡνὴρ
- τὸν λεοντομάχαν, τὸν ὀξύχειρα,
- πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν
- Πείσανδρος συνέγραψεν ὡκ Καμίρου
- χὥσους ἐξεπόνασεν εἶπʼ ἀέθλους.
- τοῦτον δʼ αὐτὸν ὁ δᾶμος, ὡς σάφʼ εἰδῇς,
- ἔστασʼ ἐνθάδε χάλκεον ποιήσας
- πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.