Ἐπιγράμματα
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν
- τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος
- διῆλθε κἠπὶ νύκτα καὶ πρὸς ἀῶ.
- ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων,
- ὡς ἐμμελής τʼ ἔγεντο κἠπιδέξιος
- ἔπεά τε ποιεῖν πρὸς λύραν τʼ ἀείδειν.