Ἐπιγράμματα
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- θᾶσαι τὸν ἀνδριάντα τοῦτον ὦ ξένε
- σπουδᾷ, καὶ λέγʼ ἐπὴν ἐς οἶκον ἔνθῃς·
- Ἀνακρέοντος εἰκόνʼ εἶδον ἐν Τέῳ
- τῶν πρόσθʼ εἴ τι περισσὸν ᾠδοποιοῦ.
- προσθεὶς δὲ χὥτι τοῖς νέοισιν ἅδετο,
- ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.