Ἐπιγράμματα
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Ἡ Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπὼν
- οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνης
- οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε
- ξυνόν. ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
- ἐκ σέθεν ἀρχομένοις ὦ πότνια· κηδόμενοι γὰρ
- ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.