Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Βουκολιάζεο Δάφνι, τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος,
  2. ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας,
  3. μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως.
  4. χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο
  5. μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ
  6. ἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας.