Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι
  2. μᾶλα νέμων, ὡς φαντί, κατʼ ὤρεα μακρὰ Μενάλκας.
  3. ἄμφω τώγʼ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω,
  4. ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.
  5. πρᾶτος δʼ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας·
  6. μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;
  7. φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων.
  8. τὸν δʼ ἄρα χὡ Δάφνις τοιῷδʼ ἀπαμείβετο μύθῳ·
  9. ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα,
  10. οὔποτε νικασεῖς μʼ, οὐδʼ εἴ τι πάθοις τύγʼ ἀείδων.