Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,
  2. καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα,
  3. ὡς παρʼ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τʼ ὀδόντων
  4. λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο.
  5. ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον·
  6. ταῦτα γὰρ ἁ γραία με Κοτυταρὶς ἐξεδίδαξε.