Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Δαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον
  2. τὰν ἀγέλαν πόκʼ Ἄρατε συνάγαγον· ἦς δʼ ὁ μὲν αὐτῶν
  3. πυρρός, ὁ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω
  4. ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον.
  5. πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε.
  6. βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτεια
  7. μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα·
  8. καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαι
  9. ἁδέα συρίσδων. πάλιν ἅδʼ ἴδε τὰν κύνα βάλλει,
  10. ἅ τοι τᾶν ὀίων ἕπεται σκοπός· ἁ δὲ βαΰσδει
  11. εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει
  12. ἅσυχα καχλάζοντα ἐπʼ αἰγιαλοῖο θέοισαν.
  13. φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ
  14. ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ.
  15. ἁ δὲ καὶ αὐτόθε τοι διαθρύπτεται, ὡς ἀπʼ ἀκάνθας
  16. ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει·
  17. 88
  18. καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει,
  19. καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον· ἦ γὰρ ἔρωτι
  20. πολλάκις ὦ Πολύφαμε τὰ μὴ καλὰ καλὰ πέφανται.
  21. τῷ δʼ ἐπὶ Δαμοίτας ἀνεβάλλετο καὶ τάδʼ ἄειδεν.