Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Ὤιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος·
- τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον,
- μᾶκος μὲν μετρίω γʼ, ἀλλʼ ὁπόσον τῶ πέδα περρέχε
- τᾶς γᾶς τοῦτο χάρις· ταῖς δὲ παραύαις γλυκὺ μειδίαι.
- καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μʼ οὐκέτι,
- τάχα δʼ οὐδʼ ὅσον ὕπνω ’πιτύχην ἔσσετʼ ἐρωία·
- ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτʼ ἄμμε διʼ ὀφρύγων
- αἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα.
- ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὥʼ ρος ἐδράξατο,
- εἰς οἶκον δʼ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ κέαρ δακών.
- πολλὰ δʼ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν·
- τί δὴ ταῦτα ποίης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;
- λεύκας οὐκετʼ ἴσησθʼ ὅττι φορῇς ἐν κροτάφοις τρίχας;
- ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ.
- πάντʼ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι.
- καὶ μὰν ἄλλο δε λάθει· τόδʼ ἄρʼ ἦς λώιον, ἔμμεναι
- ξέννον τῶν χαλεπῶν παιδὸς ἐράννω παράπαν πόθων
- τῷ μὲν γὰρ βίος ἕρπει προγόνοις ἶσʼ ἐλάφω θοᾶς,
- χαλάσει δʼ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα.
- οὐδʼ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδʼ ὐμαλίκων
174