Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.
- Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα,
- δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην,
- ὁππόθεν ὁ ξεῖνος· μέμονεν δέ μιν αἰὲν ἔρεσθαι·
- ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα,
- μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο,
- σπερχομένου· χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός.
- τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν,
- ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν.
- θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος
- Ἀμφιτρυωνιάδῃ Ἡρακλέι· τὸν δὲ γέροντα
- ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν.
- τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων
- φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ
- ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δʼ ὑλαγμοῦ,
- χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο
- αὐτοῦ γʼ οὐ παρεόντος· ἔπος δʼ ὅγε τοῖον ἔειπεν·
- Ὢ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες
- θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές.
- εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν,
159