Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται.
  2. ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο,
  3. σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ,
  4. χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος, ἤμασι πολλοῖς
  5. κτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπʼ ἀγρῶν·
  6. ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν
  7. αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος.
  8. ἀλλʼ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω
  9. αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.
  10. Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα,
  11. δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην,
  12. ὁππόθεν ὁ ξεῖνος· μέμονεν δέ μιν αἰὲν ἔρεσθαι·
  13. ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα,