Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις
  2. θὴρ ἄμοτος, μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξε
  3. κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχὴν
  4. θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δʼ ἔφριξαν ἔθειραι
  5. σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον,
  6. πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν.
  7. 165
  8. ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων
  9. ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο,
  10. θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ·
  11. τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς
  12. καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ·
  13. ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο
  14. μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα
  15. χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην,
  16. τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας
  17. ἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα
  18. αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον
  19. θηρὸς ἀμαιμακέτοιο· πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι
  20. ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη
  21. νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω