Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- χλωρή τʼ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο
- ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.
- εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις
- δέδμηνθʼ, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον
- ῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν
- ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.
- οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι,
- ἐς ληνοὺς δʼ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.
- πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο,
- πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι,
- μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης,
- ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,
- ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ.
- ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ
- ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας,
- ἠὲ σύγʼ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου
- δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς
- ἀτρεκέως εἴποιμʼ, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ
- ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν,
- οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦ ῥά νυ παῖδες
157