Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνι
  2. εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις.
  3. αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον,
  4. δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ
  5. νευρειήν, περὶ δʼ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.
  6. πάντῃ δʼ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,
  7. εἴ μιν ἐσαθρήσαιμι, πάρος γʼ ἐμὲ κεῖνον ἰδέσθαι.
  8. ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέ πῃ ἴχνια τοῖο
  9. φρασθῆναι δυνάμην οὐδʼ ὠρυγμοῖο πυθέσθαι.
  10. 164
  11. οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις
  12. φαινόμενος σπορίμοιο διʼ αὔλακος, ὅντινʼ ἐροίμην·
  13. ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον.
  14. οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν,