Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς
  2. λῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους,
  3. οἵ ἑθεν ἀγχόμοροι ναῖον πασχόντες ἄτλητα.
  4. τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον
  5. Εὐρυσθεύς, κτεῖναι δέ μʼ ἐφίετο θηρίον αἰνόν.
  6. αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην
  7. ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον
  8. εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο
  9. ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνι
  10. εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις.
  11. αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον,
  12. δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ
  13. νευρειήν, περὶ δʼ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.
  14. πάντῃ δʼ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,
  15. εἴ μιν ἐσαθρήσαιμι, πάρος γʼ ἐμὲ κεῖνον ἰδέσθαι.
  16. ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέ πῃ ἴχνια τοῖο
  17. φρασθῆναι δυνάμην οὐδʼ ὠρυγμοῖο πυθέσθαι.
  18. 164
  19. οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις
  20. φαινόμενος σπορίμοιο διʼ αὔλακος, ὅντινʼ ἐροίμην·
  21. ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον.