Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. κάγκανα δʼ ἀσπαλάθου ξύλʼ ἑτοιμάσατʼ ἢ παλιούρου
  2. ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον·
  3. καῖε δὲ τώδʼ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε
  4. νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.
  5. ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις
  6. ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα
  7. ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νέεσθαι
  8. ἄστρεπτος· καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ
  9. πρᾶτον, ἔπειτα δʼ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται,
  10. θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ·
  11. Ζηνὶ δʼ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον,
  12. δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.
  13. φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον