Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- Ἡρακλέα δεκάμηνον ἐόντα πόχʼ ἁ Μιδεᾶτις
- Ἀλκμήνα καὶ νυκτὶ νεώτερονἸφικλῆα,
- ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος,
- χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου
- Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος.
- ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων·
- εὕδετʼ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον,
- εὕδετʼ ἐμὰ ψυχά, δύʼ ἀδελφεώ, εὔσοα τέκνα·
- ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.
- Ὣς φαμένα δίνασε σάκος μέγα· τοὺς δʼ ἔλαβʼ ὕπνος.
- ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος
- Ὠρίωνα κατʼ αὐτόν, ὁ δʼ ἀμφαίνει μέγαν ὦμον,
- τᾶμος ἄρʼ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη
- κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας
- ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων
- εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.
- τὼ δʼ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω
- αἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρ
- ἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν.
- ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον,
151