Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.
  2. οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς,
  3. οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον· ἄγρια δʼ αὐτῷ
  4. χείλεα καὶ κῶραι δεινὸν βλέπος· εἶχε γὰρ ὄγκον·
  5. τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρὼς
  6. ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως
  7. ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς.
  8. λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,
  9. ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,
  10. καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν·
  11. Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας,
  12. λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον
  13. λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι πὰρ σὲ