Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον·
  2. ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι
  3. τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς,
  4. στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ
  5. λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν
  6. εἵματα καὶ κρύψόν με, τὸ δʼ αὖ πύματόν με φίλασον,
  7. κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς·
  8. οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας.
  9. χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα.
  10. κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον· ὦ φίλε κεῖσαι.
  11. ἢν δὲ θέλῃς, καὶ τοῦτο· καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος.
  12. γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω·
  13. τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς,