Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατʼ ἐφάβω,
  2. τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθʼ ὁμοίω.
  3. 148
  4. μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε,
  5. κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα
  6. χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει·
  7. πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.
  8. οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα
  9. χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον,
  10. οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.
  11. οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς,
  12. οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον· ἄγρια δʼ αὐτῷ
  13. χείλεα καὶ κῶραι δεινὸν βλέπος· εἶχε γὰρ ὄγκον·
  14. τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρὼς
  15. ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως
  16. ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς.
  17. λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,
  18. ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,
  19. καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν·
  20. Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας,
  21. λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον