Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,
  2. Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν
  3. χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.
  4. 140
  5. ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα
  6. κούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς,
  7. ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,
  8. ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον,
  9. νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα
  10. ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.
  11. οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα,
  12. ἠὲ καὶ ἐκ πρῴρηθεν, ἢ ὅππῃ θυμὸς ἑκάστου,
  13. ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχους
  14. ἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα
  15. εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος
  16. νυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα,
  17. κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.
  18. ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας
  19. αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι·
  20. αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη
  21. ἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι·