Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
  2. Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν,
  3. ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας.
  4. μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατʼ ἄστυ
  5. μήτʼ ἐν ὄρει φιλέοις, μούνη δʼ ἀνὰ νύκτα καθεύδοις.
  1. Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει,
  2. αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν
  3. ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.
  4. κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον
  5. αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι.
  6. Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες,
  7. στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,
  8. κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖν
  9. κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,
  10. 137
  11. τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα
  12. ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,
  13. μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος·
  14. νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφι
  15. οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος.
  16. οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά,