Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. καὶ λέγʼ ἐπιφθύζοισα· τὰ Δέλφιδος ὀστία μάσσω.
  2. ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
  3. νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω;
  4. ἐκ τίνος ἄρξωμαι; τίς μοι κακὸν ἄγαγε τοῦτο;
  5. ἦνθʼ ἁ τῶὐβούλοιο κανηφόρος ἄμμιν Ἀναξὼ
  6. ἄλσος ἐς Ἀρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλα
  7. θηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα.
  8. φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.