Εἰδύλλια
Theocritus
Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.
- ὣς ἐφάμαν· ἁ δʼ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων
- εἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησα
- ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ—
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα—
- πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ
- ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,
- οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ
- κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·
- ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας
- ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·
- ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην
- πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,
- ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν.
- φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
- ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα,
- ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,
- μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,
- κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος,