Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. πᾷ μοι ταὶ δάφναι; φέρε Θεστυλί· πᾷ δὲ τὰ φίλτρα;
  2. στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ,
  3. ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταθύσομαι ἄνδρα,
  4. ὅς μοι δωδεκαταῖος ἀφʼ ὧ τάλας οὐδέποθʼ ἵκει,
  5. οὐδʼ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές.
  6. οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾷ
  7. ᾤχετʼ ἔχων ὅ τʼ Ἔρως ταχινὰς φρένας ἅ τʼ Ἀφροδίτα;
  8. βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν
  9. αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ.
  10. νῦν δέ νιν ἐκ θυέων καταθύσομαι. ἀλλὰ Σελάνα,
  11. φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον,
  12. τᾷ χθονίᾳ θʼ Ἑκάτα, τὰν καὶ σκύλακες τρομέοντι
  13. ἐρχομέναν νεκύων ἀνά τʼ ἠρία καὶ μέλαν αἷμα.
  14. χαῖρʼ Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει.
  15. φάρμακα ταῦτʼ ἔρδοισα χερείονα μήτέ τι Κίρκης
  16. μήτέ τι Μηδείας μήτε ξανθᾶς Περιμήδας.
  17. Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
  18. 68
  19. ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται· ἀλλʼ ἐπίπασσε
  20. Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι;
  21. ἦ ῥά γε τρισμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι;