Εἰδύλλια

Theocritus

Theocritus. The Idylls of Theocritus. Cholmeley, Roger James, editor. London: George Bell and Sons, Ltd.,1901-1919.

  1. ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,
  2. ἄμμες δʼ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα
  3. ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας,
  4. πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ
  5. ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
  6. πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο
  7. πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,
  8. πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ
  9. λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·
  10. γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις
  11. ἀννείμῃ,) δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί.
  12. χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ.
  13. Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν